Ancient Greek · ~2 min
Book 1, Chapter 16
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.16.4
Not analysed yet
οὐκ ἀλόγως δ᾽ ἂν οὔτε ἀπορήσειεν οὔτε ἀξιώσειεν· ἐν τελειότητι μὲν γάρ τινι τὸ σπερμοφυεῖν καὶ τῶν ζώων ὅσων ἡλικίαν λάβοι τις ἄν. οὐ μήν γε οὐδὲ τὰ ἰσχυρότατα σπερματικώτατα ἀλλὰ σχεδὸν ἐναντίως ἑκατέρωθεν μεριζομένης τῆς τροφῆς καὶ δυνάμεως· ὃ δὴ καὶ ἐπὶ τῶν φυτῶν συμβαίνει κατὰ λόγον συμβαῖνον. οὕτω δὲ δεῖ τὴν ἀναλογίαν λαμβάνειν ὡς εἰς ὁπότερον ἂν τούτων ὁρμήσῃ θάτερον ἐλλιπέστερον ἔσται· διαρκεῖν γὰρ οὐ δύναται πρὸς ἄμφω· τοῦτο γὰρ σχεδὸν ἐν ἅπασιν ὁμολογούμενον.