# Περὶ φυτῶν αἰτιῶν 1.16.5

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 1, Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/1.16.5

ἐν δὲ τοῖς φυτοῖς τρεῖς τινές εἰσιν οἱ μερισμοὶ, πρὸς αὐτὸ τὸ δένδρον καὶ τὴν βλάστησιν ὅπερ ἐναντίον τοῖς καρποῖς ἐὰν πλεῖον γένηται τοῦ ξυμμέτρου, διὰ τοῦτο γὰρ ἀκαρπία· καὶ πά- λιν ἐν αὐτοῖς καὶ τοῖς περικαρπίοις· ἡ γὰρ εἰς τὸ ἕτερον ὁρμὴ κωλύει τὴν ἑτέραν. ὥσπερ οὖν ἐπ᾽ ἐκείνων οὐκ ἄλογον οὐδ᾽ ἐπὶ τούτων, ἀλλ᾽ ἔχει τὸ ἀνάλογον· τὰ γὰρ ἄγρια καὶ εἰς τὸν καρπὸν καὶ εἰς ἑαυτὰ τὴν ὑγρότητα ἄγοντα παραιρεῖται τῶν περικαρπίων ὥστε μείζω γίνεσθαι τὸν καρπόν·

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
