Ancient Greek · ~2 min
Book 1, Chapter 17
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.17.1
Not analysed yet
Περὶ δὲ τῆς πέψεως ὅθεν ὁ λόγος ἐξέβη πάλιν τὰ ἐπίλοιπα λεκτέον. ὡς γὰρ ἐπὶ τὸ πᾶν ὧν μὲν ὁ καρπὸς ὑγρὸς καὶ γυμνὸς ἢ λεπτὸν ἔχων περὶ αὑτὸν κέλυφος ταῦτα μὲν πρωΐκαρπα καθάπερ ἄμπελος καὶ συκῆ, μάλιστα δὲ συκάμινος· αὕτη γὰρ γυμνὸν ἔχει τὸν καρπὸν ὥσθ᾽ ὅσον ἂν ὁ ἥλιος ἐπέλθῃ, ταχὺ προηλλοίωσε βραχείας δέομενον θερμότητος· ἅμα δὲ καὶ ἐν αὐτῷ συνεργάζεται δύναμις ἰσχυρὰ καὶ ἀθρόως ἐπιοῦσα καθάπερ καὶ πρὸς τὴν βλάστησιν·