Ancient Greek
Book 1, Chapter 17
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.17.8
Not analysed yet
χρὴ δὲ λαμβάνειν ἕκαστα ὥσπερ τῶν εἰρημένων ἐὰν μή τις ᾖ κώλυσις. οὐδὲ γὰρ ἓν τούτων κύριον ἐπενεγκεῖν οὔτε πρωϊκαρπίαν οὔτε ὀψικαρπίαν οὐδέ γε πλείω ἢ πάντα, ἐὰν ἕτερ᾽ ἄττα ἐναντιώτατα. λέγω δ᾽ οἷον ἔνια γυμνόκαρπα μὲν, ὄψια δὲ, καθάπερ μίλαξ καὶ ἄλλ᾽ ἄττα βοτρυώδη. τὰ δὲ πρὸς τῷ ὀψίῳ καὶ κατὰ μέρος πεπαίνεται καθάπερ ὁ βάτος. τούτων γὰρ τὰ μὲν, ὅτι ψυχρὰ τῇ φύσει, ὀψίκαρπα καὶ ὀψιβλαστῆ, ὅσα δὲ γυμνὰ καὶ ἀκέλυφα οὐχ ἱκανὰ περιλαμβανόμενα τῇ ὥρᾳ· τὰ δ᾽ ὅτι ξηρὰ τῇ φύσει· πᾶν δὲ τὸ ξηρὸν ἰκμάδος δεῖται καὶ πρὸς τροφὴν καὶ πρὸς πέψιν·