Ancient Greek · ~2 min
Book 1, Chapter 18
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.18.4
Not analysed yet
ἔστι γὰρ εὐθὺ τῇ φύσει καὶ τοῖς ζώοις καὶ τοῖς φυτοῖς ὥσπερ τὰ ἥμερα καὶ τὰ ἄγρια καὶ τὰ πολύκαρπα, τὰ δὲ ὀλιγόκαρπα, τὰ δ᾽ ὅλως ἄκαρπα. τὸ γὰρ τῶν ἐρινεῶν ἕτερον γένος οὐ δυνάμενον πέττειν οὐδὲ διϊκνεῖσθαι πρὸς τὴν τελείωσιν. ἕτερον δὲ καὶ τὸ τῶν ἀμπέλων τῶν μαινομένων καλουμένων, αἳ οὐ μόνον βλαστά- νουσιν, ἀλλὰ καὶ πέττουσι καὶ ἀνθοῦσι καὶ βοτρυοῦνται καὶ οὐ δύνανται τελειοῦν. ὡσαύτως δὲ καὶ τῶν ῥοῶν καὶ εἴ τι ἄλλο μέχρι τοῦ ἄνθους ἀφικνεῖται μόνον. ἐν γὰρ τῇ ἰδίᾳ φύσει τὰς διαφορὰς ἕκαστα τούτων ἔχοντα δικαίως ἕτερ᾽ ἂν λέγοιντο κατὰ τὸ εἶδος.