Ancient Greek · ~2 min
Book 1, Chapter 20
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.20.3
Not analysed yet
παρενιαυτοφόρα δὲ καὶ οὐκ ἐπετειοφόρα τῶν δένδρων ὡς τύπῳ λαβεῖν τὰ ξηρὰ καὶ ξυλώδη καὶ ὅσα μὴ ἐκ τῶν νέων, ἀλλ᾽ ἐκ τῶν ἔνων φέρει τοὺς καρπούς. οἷον γὰρ προσυλλέξαι δεῖ καὶ προγεννῆσαι τὸ γεννῶν· οὐ δύναται δ᾽ ἅμα ταῦτα διὰ τὴν πρότερον λεχθεῖσαν αἰτίαν, ὥσπερ τὰ εὔχυλα καὶ εὔτροφα· μάλιστα δ᾽ ἐπιδήλως ἡ ἐλάα τοιοῦτο, καὶ γὰρ ἀσθενέστατον καὶ ἐπικηρότατον καὶ ἅμα ῥαβδιζομένη πονεῖ καὶ κατακοπτομένη τὰς θαλείας· ἐπεὶ ὅσοι γε μὴ οὕτω συλλέγουσιν, ἀλλὰ αὐτομάτως ἀεὶ τὴν ἀπορρέουσαν καὶ ἀποσείοντες ἐπετειοφορεῖν φασι μᾶλλον.