Ancient Greek
Book 1, Chapter 20
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.20.6
Not analysed yet
δῆλον δὲ ὡς, ὅσα τὴν φύσιν ἀσθενῆ, ταῦθ᾽ ἥκιστα ὑπερβλαστάνει, ἀλλὰ σύμμετρος αὐτῶν ἡ εὐβλαστία γίνεται πρὸς τὴν καρπογονίαν· δεῖ γὰρ μήθ᾽ ὑπερβλαστὲς μήτε κακοβλαστὲς εἶναι τὸ καρποτοκῆσον. ἡ δὲ συκῆ καὶ ἡ ἄμπελος ἡ τοιαύτη μάλιστα λαμβάνει τὸ ξύμμετρον διὰ τὴν ἀσθένειαν· δεῖ δὲ ἴσως καὶ χώραν εἶναι μὴ ἀγαθὴν, ἵνα μηδ᾽ ἐκ ταύτης ᾖ ὑπερβολὴ, διόπερ εἰς τὰς νήσους τὰ τοιαῦτα μᾶλλον ξυμβαίνει. κοινὸς δὲ ὁ λόγος περὶ πάντων τῶν ἀσθενῶν. τούτου μὲν οὖν ἐντεῦθεν τὸ αἴτιον ὑποληπτέον.