Ancient Greek · ~2 min
Book 1, Chapter 21
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.21.3
Not analysed yet
ὁπότερον δ᾽ ἂν πλεονάζῃ θάτερον ἔλαττον· τοῦτο δὲ τῶν μὲν δι᾽ ὑγρότητα καὶ ἁπλῶς εὐτροφίαν γίνεται· δι᾽ ὃ καὶ τὴν γεωργίαν ἔφαμεν ξυμπονεῖν. τῶν δὲ διὰ ξηρότητα καὶ πυκνότητα καὶ τὸ ὅλον ἀτροφίαν. καὶ πρὸς μὲν τὴν ἑκατέρου τελείωσιν καὶ πέψιν, τάχα δὲ καὶ τῶν φυτῶν γένεσιν ὅλως καὶ πρωϊβλαστίαν ἅπαντα τὰ τοιαῦτα τήν τε τοῦ ἀέρος καὶ τοῦ ἡλίου δύναμιν αἰτιατέον καὶ τὰς ἰδίας ἑκάστων φύσεις εἴτ᾽ οὖν ὑγρότητι καὶ ξηρότητι καὶ πυκνότητι καὶ μανότητι καὶ τοῖς τοιούτοις διαφερούσας εἴτε θερμότητι καὶ ψυχρότητι·