Ancient Greek
Book 1, Chapter 22
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.22.3
Not analysed yet
ἔτι δ᾽ αὐτὸ τὸ συμβαῖνον κατὰ τὴν νῦν γέννησιν ἀποσημαίνει. ἅπαντα γὰρ φαίνεται τὰ ζῶα καὶ τὰ φυτὰ καὶ διαμένοντα καὶ γεννώμενα ἐν τοῖς οἰκείοις τόποις ὁμοίως ἔνυδρα καὶ χερσαῖα καὶ εἴ τις ἄλλη τοιαύτη διαφορά. δι᾽ ὃ καὶ ἀπαθῆ μὲν ὑπὸ τούτων, παθητικὰ δ᾽ ὑπὸ τῶν ἐναντίων ἄτε μεγάλης τῆς μεταβολῆς γινομένης.