# Περὶ φυτῶν αἰτιῶν 1.22.6

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 1, Chapter 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/1.22.6

χρὴ δὲ καὶ ταῖς τοιαύταις δυνάμεσιν ἀθρεῖν τὰ θερμὰ καὶ ἐπικρίνειν, οἷον ὅσα κατὰ τὰς προσφορὰς τοῖς σώμασι θερμότητάς τινας ἐμποιεῖ καὶ πέψεις ἢ συντήξεις ἢ καὶ τὸ ὅλον κατὰ τὴν ἁφὴν καὶ τὴν γεῦσιν διαδίδωσι τὴν αἴσθησιν· οὐ γὰρ ἔτι ταῦτα λόγου δεῖται πρὸς τὴν πίστιν, ἀλλὰ καὶ ἡ τῶν ἰατρῶν χρεία μαρτυρεῖ καὶ ἡ αἴσθησις· ὡς δ᾽ ἐπὶ τὸ πᾶν πλείω ταῦτα ἐν τοῖς θερμοῖς ἢ ψυχροῖς ἢ οὐκ ἐλάττω γίνεται· δι᾽ ὃ καὶ πρὸς τὴν ἐν τοῖς ἐναντίοις γένεσιν καὶ τοῦτ᾽ ἀμφισβητεῖται.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
