Ancient Greek
Book 1, Chapter 4
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.4.2
Not analysed yet
αἱ γὰρ τοιαῦται φυτείαν μόνον δέχονται καὶ μέταρσιν. καὶ τούτων αἱ μὲν καὶ πλείω χρόνον διαμένουσιν, αἱ δὲ ἐλάττω κατὰ τὰς ἰδίας φύσεις ἑκάστων. ἄλλαι δ᾽ αὖ πάλιν εἰσί τινες αἳ μένουσαι μὲν ἐν ταῖς ἑαυτῶν χώραις ἀφιᾶσι βλαστὸν οἷον αἱ τῶν ἐπετειοκαύλων, μεταιρόμεναι δὲ οὐ δύνανται διὰ τὴν ξηρότητα. τὴν γὰρ αὐτὴν αἰτίαν ὑποληπτέον καὶ ἐπὶ τούτων ἥνπερ ἐπ᾽ ἐκείνων. ἔστι δέ τινων καὶ ἀπὸ παρασπάδος καὶ ἀπὸ τῶν ἄκρων φυτεία καὶ γένεσις. ἀπὸ παρασπάδος μὲν καὶ ῥαφάνου καὶ πηγάνου, τῶν δὲ στεφανωτικῶν οἷον ἀβροτόνου καὶ σισυμβρίου καὶ ἑρπύλλου· καὶ ἀπὸ τῶν ἄκρων δ᾽ ἐνίων τῶν αὐτῶν πηγάνου τε καὶ ἀβροτόνου καὶ τῶν στεφανωτικῶν·