# Περὶ φυτῶν αἰτιῶν 1.5.2

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 1, Chapter 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/1.5.2

αἱ δ᾽ ἐπομβρίαι καὶ σήψεις τινὰς ποιοῦσι καὶ ἀλλοιώσεις ἐπὶ πολὺ διϊκνουμένου τοῦ ὑγροῦ καὶ τρέφειν καὶ ἐπαύξειν δύνανται τὰ συνιστάμενα θερμαίνοντος τοῦ ἡλίου καὶ καταξηραίνοντος, ὥσπερ καὶ τὴν τῶν ζώων γένεσιν οἱ πολλοὶ ποιοῦσιν· εἰ δὲ δὴ καὶ ὁ ἀὴρ σπέρματα δίδωσι συγκαταφέρων ὥσπερ φησὶν Ἀναξαγόρας καὶ πολλῷ μᾶλλον· ἄλλας γὰρ ἂν ποιοῖεν ἀρχὰς καὶ τροφάς· ἔτι δ᾽ οἱ ποταμοὶ καὶ αἱ συρροαὶ καὶ ἐκρήγματα τῶν ὑδάτων πολλαχόθεν ἐπάγουσι σπέρματα καὶ δένδρων καὶ ὑλημάτων, δι᾽ ὃ καὶ αἱ μεταστάσεις τῶν ποταμῶν πολλοὺς τόπους ποιοῦσιν ὑλώδεις τοὺς πρότερον ἀνύλους.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
