Ancient Greek · ~2 min
Book 1, Chapter 5
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.5.5
Not analysed yet
ὀλίγα δ᾽ ἄκαρπα τῶν ὁμογενῶν οἱ ὑλοτόμοι φασὶν εἶναι· ταῦτα ἤτοι λανθάνειν εἰκὸς ἢ διὰ τὸ καταναλίσκειν εἰς τὰ ἄλλα τὴν τροφὴν ἄκαρπα γίνεσθαι καθάπερ τὰς ἀμπέλους τὰς τραγώσας καὶ ὅσοις ἄλλοις τοῦτο συμβαίνει· γιγνόμενον δ᾽ ἐπὶ τῶν καρπίμων καὶ ἀνθοφόρων τί κωλύει τοῦτο συμβαίνειν ἐπὶ τῶν ἄλλων ὥσπερ πηρουμένων πρὸς καρπογονίαν. ἀλλὰ τοῦτο μὲν ὡς ἐπιδοξαζόμενον εἰρήσθω, δεῖ δὲ ἀκριβέστερον ὑπὲρ αὐτοῦ σκέψασθαι καὶ ἀνιστορῆσαι τὰς αὐτομάτους γενέσεις. ὡς δὲ ἀπλῶς εἰπεῖν ἀναγκαῖον γίνεσθαι διαθερμαινομένης τῆς γῆς καὶ ἀλλοιουμένης τῆς ἀθροισθείσης μίξεως ὑπὸ τοῦ ἡλίου καθάπερ ὁρῶμεν καὶ τὰς τῶν ζώων.