# Περὶ φυτῶν αἰτιῶν 1.6.3

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 1, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/1.6.3

εὔλογοι δὲ καὶ αἱ ὧραι μᾶλλον δὲ ἴσως ἀναγκαῖαι καθ᾽ ἃς καὶ ὅλως ἐπιβλαστήσεις γίνονται μετόπωρόν τε καὶ ἔαρ καὶ κυνὸς ἐπιτολή· δεῖ γὰρ ὀργῶντα φέρειν. παραπλήσιοι δὲ καὶ οἱ λόγοι καὶ περὶ ἑκάστης οἵπερ καὶ περὶ τῆς φυτείας. οἱ μὲν γὰρ τὴν ἐαρινὴν ἐπαινοῦσιν ἐπ᾽ ἰσημερίαις ἔτι κυόντων· ἅμα γὰρ τῇ ἐγκυήσει καὶ βλαστήσει ὁ φλοιὸς ἐπιφύεται καὶ περιλαμβάνει. οἱ δὲ περὶ τὴν ἐπ᾽ ἀρκτούρῳ· παρὰ χρῆμα μὲν γὰρ οἷον ῥιζοῦται καὶ οἷον ἐπισυμμύει· προσφυὴς δὲ γενομένη πρὸς τὸ ἔαρ ἀθρόον ἀποδίδωσι τὴν βλάστην ἀπὸ ἰσχυροτέρας ἀρχῆς.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
