# Περὶ φυτῶν αἰτιῶν 1.6.4

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 1, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/1.6.4

εὐλόγως δ᾽ ἔχει τὸ τὰς μασχάλας ἐνοφθαλμίζειν τὰς λειοτάτας καὶ νεωτάτας· ἀντιλαμβάνεται γὰρ ἐντεῦθεν μάλιστα διὰ τήν τε λειότητα καὶ ἡλικίαν· εὔζωα γὰρ καὶ εὐβλαστῆ ἐστι τὰ νέα. μάλιστα δ᾽ εὐφυῆ ὥς γ᾽ ἑνὶ λαβεῖν ὅσων ἡ ὑγρότης ἔχει τι γλίσχρον, ἔτι δ᾽ ἃ μαλακόφλοια καὶ ὁμοιόφλοια καὶ ὁμοιοπαθῆ· δι᾽ ὃ καὶ εἰς τὰ παραπλήσια φύσει καὶ ἡλικίᾳ κάλλιστος ὁ ἐνοφθαλμισμός· ἥ τε γὰρ γλισχρότης ἀντιληπτικὴ ὅ τε φλοιὸς μαλακὸς ὢν καὶ ὁμοίως εὐμενὴς οὐ ποιεῖ μεγάλην τὴν μεταβολήν.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
