# Περὶ φυτῶν αἰτιῶν 1.7.1

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 1, Chapter 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/1.7.1

Τὰ δὲ σπέρματα πάντων ἔχει τινὰ τροφὴν ἐν αὑτοῖς, ἣ συναποτίκτεται τῇ ἀρχῇ καθάπερ ἐν τοῖς ὠοῖς· ᾗ καὶ οὐ κακῶς Ἐμπεδοκλῆς εἴρηκε φάσκων ὠοτοκεῖν μακρὰ δένδρεα. παραπλήσια γὰρ τῶν σπερμάτων ἡ φύσις τοῖς ὠοῖς· πλὴν ἔδει περὶ πάντων εἰπεῖν καὶ μὴ μόνον τῶν δένδρων· ἅπαν γὰρ ἔχει τινὰ τροφὴν ἐν αὑτῷ. δι᾽ ὃ καὶ δύνανται διαμένειν εἰς χρόνον οὐχ ὥσπερ τὰ τῶν ζώων εὐθὺς φθείρεται χωριζόμενα πλὴν τὰ τῶν ὠοτόκων. ταῦτα γὰρ ὥσπερ εἴρηται τροφὴν ἔχοντα καὶ φυλακὴν ἅμα τῆς ἀρχῆς διαμένει.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
