Ancient Greek
Book 1, Chapter 8
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.8.2
Not analysed yet
ὅσα δὲ κατὰ τὰς ἰδίας φύσεις ὡς ἂν γένος πρὸς γένος συγκρίνων λάβοι τις, πότερα κατὰ τὰς εὐθύτητας τῶν πόρων ληπτέον, ὥσπερ Δημόκριτος· εὔρους γὰρ ἡ φορὰ καὶ ἀνεμπόδιστος ὥς φησιν· ἢ μᾶλλον ὅσα μανότερα καὶ ὑγρότερα; τὰ μὲν γὰρ πυκνὰ καὶ ξηρὰ δυσαύξητα· πᾶν γὰρ ἔμπυρον τὸ πυκνὸν καὶ ξηρὸν καὶ πικρὸν ὥστε βραδεῖαν εἶναι τὴν ἐπίδοσιν· θατέρου δ᾽ ἐν ὀλίγῳ πολλὴ διὰ τὴν μανότητα· καὶ ὅλως ἡ μανότης εὔβλαστόν τι καὶ εὔτροφον.