# Περὶ φυτῶν αἰτιῶν 1.8.3

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 1, Chapter 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/1.8.3

σημεῖον δὲ καὶ τὸ κατὰ τοὺς τόπους καὶ τὰς φυτείας συμβαῖνον· ἐν μὲν γὰρ τοῖς εὐδιεινοῖς καὶ ἀπνευμάτοις ἔτι δὲ ὅταν ἡ φυτεία πυκνὴ εὐαυξῆ μὲν τὰ δένδρα μανὰ δὲ καὶ ὑγρὰ μᾶλλον. ἐν δὲ τοῖς πνευματώδεσι καὶ ψυχροῖς καὶ τῇ φυτείᾳ μανῇ ἀναυξέστερα μὲν, πυκνότερα δὲ καὶ ξηρότερα. συνίστησι γὰρ τὰ πνεύματα καὶ τὰ ψύχη καὶ ὅλως ὁ προσπίπτων ἀήρ· ἅμα δὲ καὶ συστέλλεται καὶ οὐ λαμβάνει τὸν ἶσον ὄγκον. ὡσαύτως δὲ ὅταν ἡ φυτεία μανὴ· καὶ γὰρ ἐνταῦθα πυκνότερα καὶ εἰς βάθος αὐξανόμενα μᾶλλον, ἐν δὲ ταῖς πυκναῖς ἀνάπαλιν.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
