Ancient Greek · ~2 min
Book 1, Chapter 9
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.9.1
Not analysed yet
Ἅπαντα δὲ χείρω τὰ ἐκ σπέρματος ὡς ἐπὶ πᾶν ἔν γε τοῖς ἡμέροις οἷον ῥόα, συκῆ, ἄμπελος, ἀμυγδαλῆ. καὶ γὰρ ὅλως τὰ γένη μεταβάλλει καὶ ἐξαγριοῦται πολλάκις ἔνια καθάπερ ἐν ταῖς ἱστορίαις εἴρηται. τούτου δ᾽ αἴτιον ἡ ἀσθένεια τῶν σπερμάτων. κρατεῖται γὰρ ὑπὸ τῆς ἐπιρροῆς πλείονος οὔσης· καὶ ὥσπερ ἄκαρπα γίνεται διὰ πλῆθος τροφῆς οὐ δυνάμενα πέττειν οὕτως καὶ χείρω γίνεται διὰ τὸ μὴ κρατεῖν. καὶ διὰ τοῦτο Θάσιοι τὰς ἀμυγδαλᾶς ὅταν προσαυξηθῶσιν ἐνοφθαλμίζουσιν· ἐκ γὰρ μαλακῶν σκληραὶ γίνονται μετὰ τὴν φυτείαν· εἴη δ᾽ ἂν τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ποιεῖν.