# Περὶ φυτῶν αἰτιῶν 2.1.2

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 2, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/2.1.2

μέγιστον μὲν οὖν ὡς ἁπλῶς εἰπεῖν παντὶ δένδρῳ καὶ ἡμέρῳ καὶ ἀγρίῳ καὶ ὅλως δὲ φυτῷ παντὶ πρὸς εὐβλάστειαν καὶ εὐκαρπίαν τὸ χειμασθῆναι χειμῶσιν ὡραίοις καὶ καλοῖς· οὕτω γὰρ αἱ βλαστήσεις κάλλισται καὶ αἱ καρποτοκίαι γίνονται. καλὸς δὲ χειμὼν ἐὰν πολυϋδρίαν τε ἔχῃ βόρειον καὶ χιόνος πλῆθος καὶ τὸ ὅλον ψύχη χωρὶς πάγου· δεῖ γὰρ κεκενωμένα τὰ δένδρα μετὰ τοὺς καρποὺς ἀντιπληρωθῆναι πάλιν τῆς τροφῆς καὶ ταύτην πέψαι καὶ κατασχεῖν εἴπερ εὐβλαστῆ καὶ εὔκαρπα μέλλει γενήσεσθαι.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
