# Περὶ φυτῶν αἰτιῶν 2.1.5

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 2, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/2.1.5

ὅτι δὲ ἡ πολυϋδρία συμφέρει τοῖς δένδροις κἀκεῖθεν φανερόν· ἐν γὰρ ταῖς ἐπομβρίαις ἅπανθ᾽ ὡς εἰπεῖν εὐσθενεῖ μᾶλλον. ἀλλ᾽ ὅταν μὲν ὦσι νότιαι διυγραίνονται καὶ ἀσθενέστερα γίνονται βορείων δ᾽ οὐσῶν ἰσχυρά τε καὶ ἐκπέττει μᾶλλον ἅτε τῆς μὲν γῆς διακόρου οὔσης αὐτά τε ξυνεστῶτα μᾶλλον καὶ ἐναπειληφότα τὸ οἰκεῖον θερμόν. ὅπου γὰρ ἀεὶ μάλιστα μαλακὸς ὁ ἀὴρ ἐνταῦθ᾽ ἡ εὐβλαστία καὶ εὐκαρπία γίνεται τῶν δένδρων ὥσπερ ἐν Αἰγύπτῳ διά τε τὴν εὐτροφίαν καὶ διὰ τὸ μηδὲν ἀντικόπτειν τῶν ἔξωθεν· ἀφθόνου γὰρ τῆς τροφῆς οὔσης καὶ τοῦ ἀέρος εὐτρόφου εὐλόγως ἡ εὐβλαστία καὶ εὐκαρπία. πρὸς δὲ τὸ ποιοῦν αὐτῶν ἢ πάντων ἤ τινων δεῖταί τινος ἴσως ἑτέρας κράσεως.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
