Ancient Greek
Book 2, Chapter 10
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.10.3
Not analysed yet
μόνα δὲ ἢ μάλιστα τῶν πολυκάρπων αὔξησιν λαμβάνει μεγέθους ἄμπελος καὶ συκῆ· δύναται γὰρ ἡ μὲν ἐφ᾽ ὁσονοῦν ἐφικνεῖσθαι κληματουμένη καὶ ἔδαφος εὔγειον ἔχουσα καὶ εὔτροφον, ἡ δὲ καὶ εἰς ὕψος αἴρεσθαι καὶ πολύκλαδος γινομένη πολὺν καταλαμβάνειν τόπον.