# Περὶ φυτῶν αἰτιῶν 2.11.7

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 2, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/2.11.7

ἀνὰ λόγον δὲ καὶ αἱ ἀπύρηνοι τῶν πυρηνωδῶν καὶ αἱ μαλακοπύρηνοι τῶν σκληρῶν, καὶ ἐπὶ μυρρίνων δὲ καὶ τῶν ἄλλων ὡσαύτως· καὶ γὰρ πλεῖον ἀφαιρεῖται τῆς φύσεως καὶ τὸ ὅλον ἀσθενέστερα καὶ μανότερα ταῦτα δι᾽ ὃ καὶ πρωϊκαρπότερα· θᾶττον γὰρ καὶ μᾶλλον ὑπακούει τῷ ἀέρι τὸ ἀσθενές· ὡς δὲ Δημόκριτος αἰτιᾶται τὰ εὐθέα τῶν σκολίων βραχυβιώτερα καὶ πρωϊβλαστότερα διὰ τὰς αὐτὰς ἀνάγκας εἶναι, – τοῖς μὲν γὰρ ταχὺ διαπέμπεσθαι τὴν τροφὴν ἀφ᾽ ἧς ἡ βλάστησις καὶ οἱ καρποὶ, τοῖς δὲ βραδέως διὰ τὸ μὴ εὔρουν εἶναι τὸ ὑπὲρ γῆς ἀλλ᾽ αὐτὰς τὰς ῥίζας ἀπολαύειν, καὶ γὰρ μακρόρριζα ταῦτα εἶναι καὶ παχύρριζα – δόξειεν ἂν οὐ καλῶς λέγειν.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
