Ancient Greek · ~2 min
Book 2, Chapter 11
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.11.9
Not analysed yet
οὐ μὴν δόξειέ γ᾽ ἂν ὥσπερ εἴρηται καλῶς λέγειν. οὔτε γὰρ τὸ τῶν ῥιζῶν ἐστιν ἀληθὲς ὥσπερ καὶ πρότερον ἐλέχθη τὸ τῶν μακροβίων εἶναι μακρὰς καὶ παχείας· οὐ γὰρ μακρόβιον οὔθ᾽ ἡ συκῆ οὔθ᾽ ἕτερα τῶν μακρορρίζων καὶ παχυρρίζων οὔτε τὰ εὐθέα καὶ τὰ ὀρθὰ βραχύβια οἷον ἐλάτη φοῖνιξ κυπάριττος· οὐδ᾽ εὐαυξῆ δὲ ταῦτα οὐδὲ πρωΐκαρπα· καίτοι καὶ ταῦτα ἐχρῆν εὐθὺς τοιούτων γε τῶν πόρων ὄντων καὶ τῶν ῥιζῶν μὴ μακρῶν· ὅσα γὰρ ἀπὸ τῆς αὐτῆς αἰτίας ἅπαντα δεῖ συνακολουθεῖν τοῖς αὐτοῖς.