# Περὶ φυτῶν αἰτιῶν 2.12.4

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 2, Chapter 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/2.12.4

ταὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῶν λαχανηρῶν ἐστιν ὅτι πολύσπερμα καὶ ἰσχυρόρριζα τυγχάνει· τὰ μὲν γὰρ πλείστους καυλοὺς ἀφιᾶσι τὰ δ᾽ ἀπὸ τοῦ ἑνὸς ἀκρεμόνας πλείους· ἅπαντα γὰρ ἀποδενδροῦται τῇ ὄψει διακαυλήσαντα, πανταχόθεν δὲ καὶ ἐκ πολλῶν πολὺς ὁ καρπός. ὅταν δ᾽ οὖν καὶ τὰ τοῦ ἀέρος εὐμενῆ τυγχάνῃ, πραῢς γὰρ ἤδη καὶ ἀχείμαντος τοῖς ὀψισπόροις, καὶ ἡ φύσις εἰς τὰ ἄνω μᾶλλον ὁρμᾷ καὶ μὴ ἀντισπᾷ τὰ τῶν ῥιζῶν ἀλλὰ συνεργῇ καὶ προσέτι μανὰ σπείρηται, κατὰ λόγον ἤδη ταῦτα πολυκαρπότερα γίνεται τῶν ἄλλων.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
