Ancient Greek
2.12.5 to 2.12.6
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.12.5-6
Not analysed yet
ὁ δὲ κύαμος καὶ εἴ τι τῶν χεδροπῶν ἄλλο μὴ πολύκαρπον δι᾽ ἀσθένειαν ὀλιγόκαρπον· δι᾽ ὃ δὴ καὶ πρωϊσπορεῖται προλαμβανόντων τοὺς χειμῶνας εἰς τὴν ῥίζωσιν· ἔστι δὲ ἐπίκηρον ἐν πολλοῖς καὶ πολλάκις ὥστε ἂν καὶ προφανῇ μὴ δύνασθαι τελειοῦν. ἡ δὲ ἀσθένεια καὶ τῇ αἰσθήσει φανερά· μανὸν γὰρ καὶ κενὸν καὶ οὐ πολύρριζον ὥστε εὐδίοδον εἶναι τῷ κακοποιοῦντι. τοῦ μὲν οὖν πολυκαρπεῖν ἐν τούτοις αἱ αἰτίαι καὶ τοῖς ἐπετείοις καὶ τοῖς χρονιωτέροις· ἐπεὶ καὶ αἱ διακαθάρσεις τῶν δένδρων καὶ αἱ κατακοπαὶ ποιοῦσι πολυκαρπεῖν· ὅτι τὰ μὲν ἄλλα κωλύει τὰ δ᾽ αὐτὰ λαμβάνει τὰς τροφάς· τούτων οὖν ἀφαιρεθέντων εἰς τὸν καρπὸν ἡ ὁρμή. καὶ διὰ τοῦτο τὰς ἡρακλεωτικὰς καρύας θαμνώδεις ποιοῦσι κατακόπτοντες· ἐξαναλίσκουσι γὰρ ἀποδενδρούμενα πᾶσαν τὴν τροφήν.