Ancient Greek
Book 2, Chapter 13
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.13.3
Not analysed yet
κοινοῦ δὲ τοῦ πάθους ὄντος ὁμοίως ζώων τε καὶ φυτῶν κοινήν τινα δεῖ καὶ τὴν αἰτίαν ζητεῖν· ἐπεὶ κἀκεῖνο ὅμοιον ἔν τε τοῖς σπέρμασι καὶ ἐν τοῖς ζώοις ὥστε μὴ εὐθὺς ἀλλὰ τριγονήσαντα μεταβάλλειν· ἅπαντα γὰρ κατὰ μικρὸν ἐξαλλοιοῦται καὶ μεθίσταται. τὸ δ᾽ ἐπὶ τῶν δένδρων ἀνάπαλιν εὐλόγως· ἀσθενέστατα γὰρ ἐν ἀρχῇ καὶ μάλιστα ὅταν ἐκ σπέρματος.