Ancient Greek
Book 2, Chapter 14
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.14.1
Not analysed yet
Ὅμοιον γοῦν τούτῳ καὶ παραπλήσιον φαίνεται καὶ ὅσα διὰ τῆς θεραπείας ἀλλοιοῦται πρῶτον μὲν καὶ καθόλου πᾶσιν εἰπεῖν ἡμερούμενα δεύτερον δὲ ἐν αὐτῷ τῷ τόπῳ. βελτίω δὲ καὶ χαίρει γεωργούμενα. . . καὶ γὰρ τοὺς πυρῆνας ὥσπερ εἴπομεν ἐλάττους ἔχει αὐτὰ δὲ βελτίονά ἐστι. ἡ δὲ πολυϋδρία γλυκαίνει τε τὰς ῥόας καὶ μαλακωτέρας ποιεῖ· δεῖται γὰρ ἡ στρυφνότης τοιαύτης καὶ ἡ σκληρότης ἐπικουρίας· καὶ γὰρ τὸ ἐνδεὲς δεῖται βοηθείας. ἄμεινον γὰρ δὴ τοῦτο διχῶς ἢ πρόσθεσιν τινα λαμβάνον ἢ ἀφαιρέσεως θατέρου γενομένης· καθάπερ καὶ ἐπὶ τῶν ἀμυγδαλῶν ἐλέχθη τῶν κολαζομέ- νων καὶ περιαιρουμένων τὰς ῥίζας καὶ ἐπὶ τῶν συκῶν τῶν κατασχαζομένων· ἀφαιρεθέντος γὰρ τοῦ πλήθους τῆς τροφῆς ἰσχύει μᾶλλον τὸ σύμφυτον θερμὸν εἰς τὸ κατάλοιπον.