Ancient Greek · ~3 min
Book 2, Chapter 15
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.15.3
Not analysed yet
ἐπὶ μόνης δὲ ταύτης μάλιστ᾽ ἔνδηλον εἶναι τὴν μεταβολὴν οὐκ ἄτοπον καὶ διὰ τὰς προειρημένας αἰτίας καὶ διότι τῆς μὲν ἀμπέλου καὶ τῶν ἄλλων οὐθενὸς ὁ καρπὸς τελεούμενος πικρὸς ἢ ὀξὺς ἀλλ᾽ ἤτοι γλυκὺς ἢ οὐκ ἐπέφθη ταύτης δὲ οὐχ ὑπάρχει τοιοῦτος εὐθὺς ἐν τοῖς τελείοις καὶ εὐκαρποῦσι. τάχα δὲ καὶ τῶν ἄλλων ἐστί τις καὶ εἰς τὸ στρυφνότερον ἢ ὑδαρέστερον ἢ μὴ ὁμοίως γλυκὺ λανθάνει δὲ τὴν ἡμετέραν αἴσθησιν. καὶ γὰρ αὐτῶν τῶν ὁμογενῶν αἱ μὲν μᾶλλον αἱ δ᾽ ἧττον τοιαῦται. συμβαίνει δὲ ταῖς κολουσθείσαις ἂν πρεσβύτεραι γενόμεναι πάλιν ἐπικόπτωνται καὶ διακαθαίρωνται γλυκυτέραις γίνεσθαι καὶ τέλος ἀποκαθίστασθαι πρὸς τὴν φύσιν.