# Περὶ φυτῶν αἰτιῶν 2.15.6

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 2, Chapter 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/2.15.6

τάχα δ᾽ ἄν τι συμβάλλοιτο τοῦτο καὶ πρὸς εὐκαρπίαν· ἰσχυροτέρας γὰρ γινομένης ἡ πέψις καλλίων. τῶν δὲ λαχανωδῶν ἢ ποιωδῶν ὅσα κολουόμενα ἢ κειρόμενα βελτίω καθάπερ τά τε πράσα καὶ ἡ ΤEOPhRAsI 78 ῥάφανος ἢν παλιμβλαστὴς ᾖ καὶ ἡ μηδικὴ καὶ ἡ θρίδαξ καὶ τὸ ὤκιμον ἅπαντα ταῦτα τῇ ἁπαλότητι καὶ εὐτροφίᾳ βελτίω καὶ εὐχυλότερα γίνεται. παραιρεῖται γὰρ ἡ δριμύτης καὶ ἡ ξηρότης καὶ εἰ ἔν τινι τὸ ὀπῶδες τούτων· ἁπαλὰ δὲ καὶ εὐτραφῆ γίνεται διὰ τὸ τὰς ῥίζας ἰσχυροτέρας εἶναι καὶ ὅλως αὐξανομένης ἔτι μᾶλλον κολουομένων τῆς ἰσχύος. αἱ δὲ καὶ ἐπισπῶνται πλείω καὶ καταπέττουσι μᾶλλον. ἔτι δὲ ἀφαιρουμένων τῶν ξυλωδῶν καὶ σκληρῶν ἡ ἐπίδοσις πλείων μηθενὸς ἐμποδίζοντος. ἡ δὲ πρώτη βλάστησις ἐξ ἀσθενοῦς ὡρμημένη μᾶλλον χείρων. αὗται μὲν οὖν ἐν τοῖς χυλοῖς αἱ μεταβολαί.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
