Ancient Greek
Book 2, Chapter 16
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.16.3
Not analysed yet
αὕτη μὲν οὖν εἴπερ ἀληθὴς ὥσπερ φθορά τις ἔοικεν εἶναι διὰ πλῆθος ὑγροῦ· γίνεται γὰρ δι᾽ ἐπομβρίαν. ἀλλοιωθείσης δὲ τῆς ἀρχῆς ἀλλοῖον τὸ ἀναβλαστάνον· ἡ δὲ αἶρα φίλυδρον. ἥ τε τῆς λεύκης εἰ ἄρα ἐστὶ μεταβολὴ γινομένη τις ἂν εἴη παχυνομένου τοῦ δένδρου μᾶλλον ὃ συμβαίνει διὰ τὴν ἡλικίαν· εἰς βάθος γὰρ ἡ αὔξησις ἀπογηρασκόντων, ἐν ᾧπερ οἵ τε φλοιοὶ παχύτεροι καὶ οἱ ἀκρεμόνες μείζους καὶ πλείους.