# Περὶ φυτῶν αἰτιῶν 2.16.8

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 2, Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/2.16.8

δι᾽ ὅπερ καὶ οὐ πᾶσιν ὁ ἄριστος ἀλλ᾽ ἔνια λεπτὴν καὶ λυπρὰν χώραν φιλεῖ τὰ δὲ ὕφαμμον ἔνια δὲ καὶ ἁλμώδη τινὰ καθάπερ ἡ ῥάφανος. διττῶς δὲ καὶ τὸ τῆς χώρας πρόσφορον· ἢ γὰρ τὸ οἰκεῖον τῆς φύσεως ἢ τὸ πρὸς ἰσχὺν καὶ δύναμιν ἁρμόττον, οἷον ταῖς ἀμυγδαλαῖς ἡ λεπτή· βαθείας γὰρ οὔσης καὶ πιείρας ἐξυβρίσασαι διὰ τὴν εὐτροφίαν ἀκαρποῦσι. καὶ καθόλου περὶ τῶν δένδρων εἴρηται πρότερον· ἀλλὰ δὴ τὰ μὲν περὶ τὰς ἀλλοιώσεις καὶ μεταβολὰς ἀχρὶ τούτων διωρίσθω.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
