Ancient Greek · ~2 min
Book 2, Chapter 17
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.17.5
Not analysed yet
ἀλλὰ τὸ ἐν ἑτέρῳ μόνον φύεσθαι χαμαὶ δὲ μὴ τοῦτ᾽ ἄτοπον· προσφιλῆ γὰρ δὴ ἀλλήλοις καθάπερ καὶ τὰ ζῶα καὶ τὰ φυτὰ τάχ᾽ ἂν εἴη· τὸ δ᾽ ὅλως ἐπὶ τῆς γῆς μὴ φύεσθαι θαυμαστὸν ἄλλως τε καὶ καρπὸν ἔχον καὶ σπέρμα καὶ ἀπὸ τούτου βλαστάνον. εἰ γὰρ ἦν ἐκ διαφθορᾶς τινος τῶν ἐν τοῖς δένδροις ἡ γένεσις ὥσπερ ἐν τοῖς ζώοις ἐγγίνεται τοιαῦτα ζῶα λόγον rorrs. II. τινὰ εἶχεν· ἀλλ᾽ οὐκ ἔστιν οὐδὲ γίνεται πλὴν ἀπὸ σπέρματος ὅταν οἱ ὄρνιθες ἐσθίοντες τὸν καρπὸν προΐωνται τὴν περίττωσιν ἐπὶ τῶν δένδρων· τότε γὰρ αὐτὸς ὁ καρπὸς σωζόμενος καὶ ἐπιμείνας διεβλάστησε.