Ancient Greek
Book 2, Chapter 17
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.17.7
Not analysed yet
ἀλλὰ μὴν εἴ γε ἰσχυρὰ καὶ μὴ ἀσθενῆ διὰ τί ποτ᾽ οὐ βλαστάνει καθ᾽ αὑτὰ καὶ φύεται· διαβιάσασθαι γὰρ τὴν γῆν τῶν ἰσχυόντων ἐστὶ ὅπερ ποιεῖ καὶ ὁ θέρμος. εἰ δ᾽ αὖ ψυχρὸν ἔχει τὸ σπέρμα καὶ δύσπεπτον ἀλλὰ χρονιωτέραν ἐχρῆν εἶναι τὴν ἔκφυσιν ὥσπερ καὶ ἑτέρων. ἐπεὶ καὶ τῶν τευτλίων ἔνιά φασι τῷ ὕστερον ἔτει διαφύεσθαι καὶ διαβλαστάνειν· οὐδὲ γὰρ οὐδὲ ταύτῃ κίνδυνος ὥστε σαπῆναι· διαμένον γὰρ καὶ τοῦτο φαίνεται καὶ ἕτερα πολλῷ τούτων ἀσθενέστερα. ταῦτα μὲν οὖν οὐ λύει τὴν ἀπορίαν ἀλλ᾽ ἐπιξυνδεῖ μᾶλλον.