Ancient Greek · ~2 min
Book 2, Chapter 18
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.18.1
Not analysed yet
Ὅτι δὲ καὶ ἐν τοῖς φυτοῖς ἔνια συνεργεῖ πρὸς τὴν ἀλλήλων σωτηρίαν καὶ γένεσιν καὶ ἐκ τῶνδε φανερόν· ἐν μὲν γὰρ τοῖς ἀγρίοις τὰ φυλλοβόλα τοῖς ἀειφύλλοις ὅτι σηπομένων ξυμβαίνει καθάπερ κοπρίζεσθαι τὴν γῆν ὃ καὶ πρὸς εὐτροφίαν καὶ πρὸς τὴν βλάστησιν τῶν σπερμάτων χρήσιμον. ἐν δὲ τοῖς ἡμέροις ὅσα τοῖς φυτοῖς ἐπισπείρουσι τῶν ἀμπέλων ἀφαιρεῖν βουλόμενοι τὸ πλῆθος τῆς ὑγρότητος καὶ τοῖς λαχάνοις ἢ τούτου χάριν ἢ τῶν γινομένων θηρίων οἷον ταῖς ῥαφανίσι τοὺς ὀρόβους πρὸς τὰς ψύλλας καὶ εἴ τι τοιοῦτον ἕτερον ἑτέροις.