Ancient Greek
Book 2, Chapter 18
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.18.4
Not analysed yet
οὐ χαλεπὸν δ᾽ ἴσως οὐδὲ ἐν ἄλλοις καὶ πλείοσι λαβεῖν τὰς βλάβας· πολλῷ γὰρ πλείους εἰσὶ τῶν ὠφελίμων ὥσπερ καὶ τοῖς ζώοις· ἐπεὶ καὶ ταῖς ὀσμαῖς ἔνια βλάπτεται καθάπερ ἡ ἄμπελος τῇ τῆς δάφνης καὶ τῇ τῆς ῥαφάνου καὶ τοῦτο εὐθὺς ἐκδηλοῖ κατὰ τὴν βλάστησιν. ὅταν γὰρ πλησίον ᾖ τῆς ῥαφάνου καὶ τῆς δάφνης ὁ βλαστὸς ἀποστρέφεται τὸ ἄκρον αὐτοῦ καὶ ὥσπερ ἀνακάμπτει διὰ δριμύτητα τῆς ὀσμῆς· ὀσφραντικὸν γὰρ ἡ ἄμπελος ὥσπερ καὶ ὁ οἶνος δεινὸς ἑλκύσαι τὰς ἐκ τῶν προκειμένων ὀσμὰς καὶ μᾶλλον καὶ θᾶττον ὁ κατεσταμνισμένος διὰ τὴν ὀλιγότητα καὶ τὸ γυμνόν. ἀλλὰ τὸ μὲν τοιοῦτον γένος ῥᾴδιον ἐν πολλοῖς ὥσπερ ἐλέχθη συνιδεῖν.