# Περὶ φυτῶν αἰτιῶν 2.19.1

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 2, Chapter 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/2.19.1

Ὅσα δὲ κοινὰ γένους τινὸς ἢ καὶ πλειόνων μὴ ὁμογενῶν οἷον τὸ στρέφειν τὰ φύλλα τὴν φιλύραν καὶ τὴν ἐλάαν καὶ τὴν πτελέαν ταῖς τροπαῖς ταῖς θεριναῖς καὶ ὡς ἔνια τῶν ἀνθῶν νύκτωρ μὲν συμμύει μεθ᾽ ἡμέραν δὲ ἐκπετάννυται καὶ ὡς ἐν τῷ Εὐφράτῃ λέγουσιν οὐ μόνον τοῦ λωτοῦ τὸ ἄνθος ἀνοίγεσθαι καὶ συμμύειν ἀλλὰ καὶ τὸν καυλὸν ὁτὲ μὲν ἀναβαίνειν ὁτὲ δὲ δύεσθαι καὶ καταβαίνειν ἀπὸ δυσμῶν μέχρι μέσων νυκτῶν, ὡσαύτως δὲ καὶ εἴ τι ἄλλο τοιοῦτον, ἐν ἅπασι καὶ πανταχοῦ κοινήν τινα αἰτίαν ὑποληπτέον εἶναι. ῥᾴδιον δὲ ἴσως ἐν τοῖς ὁμογενέσιν ἰδεῖν.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
