# Περὶ φυτῶν αἰτιῶν 2.19.5

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 2, Chapter 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/2.19.5

πάσχει δέ τι παραπλήσιον τούτῳ καὶ τῶν ἀνθῶν πολλὰ καθ᾽ ἡμέραν· ἀεὶ γὰρ συμπεριφέρεται τῷ ἡλίῳ νεύοντα καὶ ἐγκλίνοντα πρὸς αὐτόν. μᾶλλον δ᾽ ἐστὶ τοῦτο καταμαθεῖν ἐν τοῖς ἐλάττοσιν. ἐνίων δὲ καὶ τὰ φύλλα πάσχει ταὐτὸ καθάπερ τῆς μαλάχης καὶ τῶν τοιούτων· αἴτιον δὲ τοῦ ὑγροῦ ἡ ἀφαίρεσις· ᾗ γὰρ ἂν ἐξάγῃ θερμαίνων ὁ ἥλιος ἐν τούτῳ ἡ ἔγκλισις. ἐξάγει δὲ καθ᾽ αὑτὸν ὥστε τοῦτο ποιοῦντος ἐπιστρέφεται καὶ περιάγεται. τοῦτο μὲν οὖν ὡς πίστεως χάριν εἰρήσθω πρὸς τὸ πρότερον ῥηθέν.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
