# Περὶ φυτῶν αἰτιῶν 2.2.1

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 2, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/2.2.1

Ἑπόμενον δέ πως τούτοις ἐστὶ περὶ τῶν ὡραίων ὑδάτων εἰπεῖν. ὡραιότατα μὲν γὰρ τὰ χειμερινὰ διὰ τὰς λεχθείσας αἰτίας. δεύτερα δὲ τὰ πρὸ τῆς βλαστήσεως· οὕτω γὰρ ἀθροωτέρα τε καὶ καλλίων ἡ βλάστησις ἐκπληρωθέντων πάντων ταῖς τροφαῖς· εἰ δὲ μὴ ἀβλαστεῖς καὶ ἄμπελοι γίνονται καὶ τἆλλα τῶν μὲν ἐχόντων τῶν δὲ λειπομένων. τρία δὲ τὰ μετὰ τὴν ἀπάνθησιν ἃ πρὸς τὴν ἐκτροφὴν ἤδη καὶ τελείωσίν ἐστι, ταῦτα δὲ μὴ εὐθὺς ἀλλ᾽ ὅταν ὁ καρπὸς ἰσχύσῃ· εἰ δὲ μὴ συμβαίνει τὰ μὲν ἄλλα καὶ ἀπορρεῖν κἂν μὴ τοῦτο πάθῃ διυγραινόμενα χείρω καὶ ἀσθενέστερα γίνεσθαι τὴν δ᾽ ἐλάαν καὶ ἐπιβλαστοῦσαν ἀποβάλλειν ἅτε τῆς τροφῆς ἰούσης εἰς τὸν βλαστόν. ἀώρια μὲν οὖν ταῦτα.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
