Ancient Greek · ~2 min
Book 2, Chapter 2
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.2.3
Not analysed yet
ὧν δὲ οἱ καρποὶ χρονιώτεροι καὶ πλείονος δεόμενοι τροφῆς καὶ πέψεως τούτοις ὡραῖα καὶ τὰ ὀψιαίτερα καθάπερ ἀμπέλῳ ῥόᾳ ἐλάᾳ τοῖς ἄλλοις, ἁπλῶς δὲ ἑκάστοις πρὸς τὴν αὐτοῦ τελείωσιν. δι᾽ ὃ καὶ οὐχ ὁ αὐτὸς ἅπασι καιρὸς ὥσπερ ὁ τοῦ χειμῶνος πρὸς τὴν βλάστησιν ἀλλ᾽ ἕτερος τοῖς ὀψικάρποις καὶ πρωϊκάρποις, ὥσπερ καὶ τῶν σπερμάτων τοῖς τριμήνοις καὶ ἁπλῶς τοῖς ὀψίοις καὶ πρωΐοις. ἁπλῶς δ᾽ αἰεὶ τὰ βόρεια βελτίω τῶν νοτίων· καὶ γὰρ ψυχρότερα καὶ τὴν ἀπόλαυσιν ποιεῖ πλείω ξυνεστηκότων καὶ ἰσχυόντων καὶ τῶν καρπῶν καὶ τῶν δένδρων.