# Περὶ φυτῶν αἰτιῶν 2.3.3

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 2, Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/2.3.3

ὡς δὲ τὸ σύνολον εἰπεῖν εὔπνουν εἶναι χρὴ τὸν τόπον· ἕτερος δ᾽ εὔπνους καὶ ὅλως ὁ προσήνεμος ἀναυξής. σχεδὸν δ᾽ ὁμολογουμένη τις καὶ ἡ τοῦ ἀέρος διάθεσίς ἐστι τούτοις· ὁ γὰρ εὐκραὴς ἀὴρ ὡς ἁπλῶς εἰπεῖν ἄριστος τοῖς δένδροις εὐβλαστὴς ὢν καὶ εὔκαρπος, οἱ δὲ περισκελεῖς ἐφ᾽ ἑκάτερα διαφθείρουσιν οἱ μὲν τοὺς καρποὺς οἱ δ᾽ ὅλως καὶ τὰ δένδρα, πλὴν ὅσα πέφυκεν οἰκεῖα τούτοις· ἔνια γὰρ δὴ ταῖς ὑπερβολαῖς χαίρει καὶ τὰ μέν ἐστι φιλόθερμα καθάπερ φοῖνιξ τὰ δὲ φιλόψυχρα μᾶλλον ὥσπερ ὁ κιττὸς καὶ ἡ ἐλάτη· ταῦτα γὰρ ὅλως ἐν τοῖς ἐμπύροις οὐ φύεται, χαλεπῶς δὲ καὶ πύξος καὶ φιλύρα καθάπερ ἐν ταῖς ἱστορίαις εἴπομεν.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
