Ancient Greek · ~2 min
Book 2, Chapter 3
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.3.5
Not analysed yet
μεγίστη δ᾽ οὖν διαφορὰ κατὰ τὰ ἔνυδρα καὶ χερσαῖα ζῶα καὶ φυτὰ περὶ ὧν οὐδὲ ζητοῦμεν λόγον ὡς εἰπεῖν πλὴν ὑπὲρ τοῦ πότερα θερμότερα καὶ ψυχρότερα, τοῦτο γὰρ ἀμφισβητεῖται, τὰ δ᾽ ἄλλα ὡς συγκεχωρημένα τῇ φύσει τίθεται. καίτοι τὰ καθόλου καὶ κοινὰ πρῶτα ἔδει ζητεῖν, εὑρεθέντων γὰρ τούτων καὶ τὰ κατὰ μέρος φανερά. τοῦτο μὲν οὖν ἴσως κωλύοιτ᾽ ἂν διὰ τὸ χαλεπὸν εἴτε πλείους αἰτίαι τυγχάνουσιν εἴτε μία· περὶ δὲ τῶν ἐν τοῖς καθ᾽ ἕκαστα μᾶλλον εὐποροῦμεν· ἡ γὰρ αἴσθησις δίδωσιν ἀρχὰς ἐπ᾽ ἄμφω καὶ ἔτι μᾶλλον καὶ πλείους ἐπὶ τῶν φυτῶν· ἐμφανέστατα γὰρ τὰ συμβαίνοντα περὶ αὐτά.