# Περὶ φυτῶν αἰτιῶν 2.3.8

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 2, Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/2.3.8

διὰ τὴν αὐτὴν δ᾽ αἰτίαν οὐδὲ αἱ συκαῖ περὶ Αἴγυπτον οὐδ᾽ ὅλως ἐν ἐκείνοις τοῖς τόποις χρησταί· θερμὸς γὰρ ὢν ἄγαν ὁ ἀὴρ περικάει καὶ οὐ ποιεῖ πέψιν ἀλλ᾽ ἡ ἐκ τῆς γῆς εὐτροφία διυγραίνει μόνον ἀπέπαντος οὖσα, δι᾽ ὃ καὶ τοῖς μεγέθεσι γίνεται μικρά. τοὐναντίον δὲ ὁ ψυχρός· ἐξαιρεῖ γὰρ τὴν ὑγρότητα, τὴν δ᾽ οὖσαν οὐ δύναται πρὸς τὴν οἰκείαν πέψιν ἀγαγεῖν ὥσπερ ἐν ταῖς ἐλάαις, δι᾽ ὃ καὶ αἱ μὲν ἄσαρκοι πάμπαν ἐλαιηρότεραι δὲ τῶν ἐν τοῖς ψυχροῖς, αἱ δὲ σαρκώδεις μὲν ἀνέλαιοι δέ· πλείονος γὰρ τοῦτο θερμότητος δεῖται πρὸς τὴν πέψιν. αἱ μὲν οὖν τοῦ ἀέρος κράσεις καὶ διαθέσεις τοιαύτας τινὰς παρέχονται δυνάμεις.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
