# Περὶ φυτῶν αἰτιῶν 2.4.10

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 2, Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/2.4.10

κατὰ δὲ τὰς παραλλαγὰς τῶν ἀντιθέσεων καὶ τὰς πρὸς ἕκαστον ἕξουσιν ἤδη διαφοράς· οἷον ἐὰν ᾖ μανὴ μὲν καὶ λεπτὴ βαθύγεως δὲ καὶ ξηρὰ καὶ ἄϋδρος δενδροφόρος μὲν ἀγαθὴ σιτοφόρος δὲ κακή· διὰ γὰρ τὴν μανότητα δίεισιν εἰς βάθος τὸ χειμερινὸν ὕδωρ ὥστε τὸν μὲν σίτον μὴ ἐφικνεῖσθαι διὰ τὸ ἐπιπολῆς εἶναι τὰ δένδρα δ᾽ εἰς βάθος καθιέντα τὰς ῥίζας ἐφικνεῖσθαι καὶ ἕλκειν. ὡσαύτως δὲ καὶ εἴ τις ἄλλη τοιαύτη διαφορά· τὸ γὰρ πρόσφορον ἀποδώσει τινὶ γένει διὰ τὴν παραλλαγήν. οὐκ ἀλόγως δὲ οὐδ᾽ ὅσοι ταύτην ἀρίστην ὑπολαμβάνουσιν ἥτις ἂν ᾖ θερμή τε καὶ ἔνικμος· ἄμφω γὰρ ἔοικεν ἔχειν ἃ δεῖ τροφήν τε καὶ τὸ κατεργαζόμενον εὐλόγως δὲ καὶ μετὰ τὸ πρῶτον ὕδωρ ἀτμίζειν· ἀλλὰ τὴν μὲν ἔνικμον αὐτῆς εἶναι τὴν δὲ ξηράν. τὴν μὲν οὖν ἔνικμον σιτοφόρον ἀγαθήν· ἱκανὸν γὰρ ἔχειν πρὸς τὴν ἐκτροφὴν ὑγρὸν τῷ σίτῷ τοῖς δὲ δένδροις ἔλαττον. τὴν δὲ ξηρὰν σιτοφόρον φαύλην διὰ τὸ μὴ ἔχειν μηδὲ τούτῳ τροφὴν ἀρκοῦσαν.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
