# Περὶ φυτῶν αἰτιῶν 2.4.4

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 2, Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/2.4.4

ἄλλη δὲ πρὸς ἄλλα τῶν δένδρων ἁρμόττει μᾶλλον ὥσπερ καὶ διαιροῦσιν, ὥσπερ ἡ σπιλὰς καὶ ἔτι μᾶλλον ἡ λευκόγειος ἐλαιοφόρος· ἰκμάδα τε γὰρ ἔχει καὶ πνεῦμα πολὺ δεῖται δὲ καὶ ἀμφοῖν. ἡ δὲ λειμωνία καὶ ἔφαμμος ἀμπελοφόρος ἀγαθὴ καὶ ὅλως ἥτις ἂν ᾖ μανὴ καὶ κούφη καὶ λεπτὴ καὶ ἔφυδρος οὕτως ὥστε τὸ οὐράνιον ὕδωρ μὴ διϊκνεῖσθαι πρὸς τὸ ἐν αὐτῇ· τροφῆς γὰρ πολλῆς ἡ ἄμπελος δεῖται διὰ τὸ θερμὴ καὶ μανὴ καὶ ὑγρὰ καὶ πολύκαρπος εἶναι· τάχα δὲ καὶ δι᾽ αὐτὰ ταῦτα καὶ πολύκαρπος· ἔτι δὲ οὐκ εὔσηπτοι τῶν ὑγρῶν αἱ ῥίζαι καθάπερ αἱ τῶν ξηρῶν ὥστε δύνασθαι καὶ ἐπισπᾶσθαι καὶ ἀντέχειν καὶ διαδιδόναι.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
