Ancient Greek · ~3 min
Book 2, Chapter 4
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.4.8
Not analysed yet
καὶ τὸ καθόλου λεχθὲν ὑπὲρ πάντων ἴσως τῶν δένδρων ἀληθὲς ὅτι καθ᾽ ἑκατέρας τὰς χώρας ἑκάτερα δεῖ καὶ τῶν δένδρων φυτεύειν, ἀλλ᾽ ἐν τοῖς καθ᾽ ἕκαστα τὸ ἀκριβὲς μᾶλλον ἴσως αἰσθητικῆς δεῖται συνέσεως λόγῳ δὲ οὐκ εὐμαρὲς ἀφορίσαι· ἐπεὶ καὶ ταῖς πρὸς τὸν ἥλιον διαφοραῖς οἷον ἀνιόντα ἢ δυόμενον ἢ μεσοῦντα ἤ πως ἄλλως ἔχοντα δεῖ μὴ ἀγνοεῖν ποῖα τῶν φυτῶν τὰ οἰκεῖα καὶ ὅλως καὶ τῶν ὁμογενῶν· ὅπερ οἵ γ᾽ ἀμπελουργοὶ πειρῶνται διαιρεῖν ὅταν συνάγκειάν τινα λαβόντες φυτεύσωσιν· οὐ γὰρ ταὐτὰ τιθέασιν εἰς ἑκάτερον τὸ μέρος ἀλλὰ διαιροῦσιν καὶ ποιεῖ μεγάλην διαφορὰν οὕτω τε φυτευθέντα καὶ ἀνάπαλιν. ὁμοίως δὲ τοῦτ᾽ ἔχει καὶ ἐπὶ τῶν λοιπῶν.