Ancient Greek
Book 2, Chapter 5
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.5.1
Not analysed yet
Τὰς δὲ τῶν ὑδάτων διαφορὰς τῶν ἐπιγείων, καὶ γὰρ ταῦτα οὐ μικρὰν ἔχει μερίδα πρὸς αὔξησιν καὶ τροφὴν, ὁμοίως τούτοις ληπτέον. ὅσα μὲν οὖν ἁλμυρὰ καὶ νιτρώδη καὶ στυπτηριώδη καὶ εἴ τις ἄλλος τοιοῦτος χυλὸς ἄτροφα καὶ ἄγονα φυτῶν ὡς ἁπλῶς ἐστιν εἰπεῖν· πλὴν εἴ τι συγγενὲς αὐτοῖς ἐκτρέφειν δύναται καθάπερ καὶ ἡ θάλαττα· βραχὺ δέ τι τοῦτο ἢ οὐδὲν ὡς εἰπεῖν ἐστιν· ἐνιαχοῦ δὲ ποτίμων παραμιγέντων ἡ ἐκτροφὴ καθάπερ τοῖς ἐν Θρᾴκῃ θέρμοις, καθ᾽ αὑτὰ δὲ ὥσπερ καὶ ζώων καὶ φυτῶν ἄγονα.