Ancient Greek · ~3 min
Book 2, Chapter 6
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.6.4
Not analysed yet
θαυμασιώτερον δ᾽ ἂν δόξειεν εἴ τι γλυκὺ καὶ πότιμον ἢ ὅλως ἄτροφον ἢ μὴ τελεσφόρον ἐστὶν ὥσπερ καὶ τὸ περὶ τὴν Πυρραίαν ὃ καὶ ἐν ταῖς ἱστορίαις εἴρηται. τὴν δ᾽ αἰτίαν ἐν δυσὶν ἄν τις λάβοι τούτων, ἢ ὅτι πάντως ἀσθενὲς ὅπερ οὐκ ἔοικεν, ἐπεὶ καὶ ὁ ἀὴρ δοκεῖ τρέφειν, ἢ ὅτι χυλόν τινα ἔχει κακοποιὸν ὃς λανθάνει τὴν γεῦσιν ὅπερ ἐκδηλούμενον φαίνεται καὶ ἐπὶ τούτου τοῦ ὕδατος· καὶ γὰρ ἄνθρωποι λουόμενοι λεπροὶ γίνονται καὶ τὰ φυτὰ παραπλησίαν τινὰ λαμβάνει διάθεσιν· οὐ γὰρ δὴ τό γε ἄγαν τρόφιμον λεκτέον ὡς διὰ τὸ μὴ δύνασθαι κρατεῖν ἀτραφῆ καὶ χείρω γίνεται. περὶ μὲν οὖν τούτων ἱκανῶς εἰρήσθω.