Ancient Greek · ~2 min
Book 2, Chapter 7
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.7.3
Not analysed yet
ᾗ καὶ δῆλον ὡς ἐν τοῖς δοκοῦσι παραλλάττειν τῶν ὁμογενῶν ἀεί τινα ζητητέον τοιαύτην διαφοράν. ἐπεὶ ὅσα μὴ ὁμογενῆ τὸν αὐτὸν ζητεῖ καθάπερ ὁ κιττὸς καὶ τὰ πάρυδρα καὶ ἀλσώδη ῥᾴδιον εἰπεῖν· ὁ μὲν γὰρ θερμὸς καὶ ξηρὸς τῶν δὲ ἡ φύσις ὅλως συγγενής. ἔνια δὲ καὶ τούτων ἐν ταῖς καθ᾽ ἕκαστον διαφοραῖς ἔδειξε τὴν αἰτίαν. ὁμοίως δὲ καὶ ὅσα φιλόσκεπα τυγχάνει καὶ τῶν ἀγρίων καὶ τῶν ἡμέρων ὥσπερ ἡ ῥόα καὶ ὁ μύρρινος καὶ ὁ μὲν πυκνὸς ὢν καὶ ξηρὸς ἡ δὲ μανὴ καὶ οὐ ξηρά·