Ancient Greek · ~1 min
Book 2, Chapter 9
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.9.10
Not analysed yet
τάχα δ᾽ ἄν τις φαίη ταῦτά γε οὐδὲν ὑπεναντιοῦσθαι· καὶ γὰρ ὑδάτων ἐπιγινομένων ἀσθενέστερα τὰ ἐρινὰ καὶ πλείων ὑγρότης γίνεται δι᾽ ἣν ἐκπνευματουμένην ἡ ἀποβολή· καὶ τῇ ἄμμῳ πάττειν ἀποξηραίνειν βουλομένους δι’ ὃ καὶ τὸν κονιορτὸν ὠφελεῖν· ἐξαιρεῖν γὰρ τὸ ὑγρὸν ὃ τῆς ἀποβολῆς αἴτιον.